Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
αἴτιον δ᾽ ἦν τοῦ ταῦτα τοῖς πολλοῖς ἀρέσκειν καὶ μὴ περιμαχήτους εἶναι τὰς ἀρχάς, ὅτι μεμαθηκότες ἦσαν ἐργάζεσθαι καὶ φείδεσθαι, καὶ μὴ τῶν μὲν οἰκείων ἀμελεῖν τοῖς δ᾽ ἀλλοτρίοις ἐπιβουλεύειν, μηδ᾽ ἐκ τῶν δημοσίων τὰ σφέτερ᾽ αὐτῶν διοικεῖν, ἀλλ᾽ ἐκ τῶν ἑκάστοις ὑπαρχόντων, εἴ ποτε δεήσειε, τοῖς κοινοῖς ἐπαρκεῖν, μηδ᾽ ἀκριβέστερον εἰδέναι τὰς ἐκ τῶν ἀρχείων προσόδους ἢ τὰς ἐκ τῶν ἰδίων γιγνομένας αὑτοῖς. οὕτω δ᾽ ἀπείχοντο σφόδρα τῶν τῆς πόλεως,