Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[87]
τὰς δὲ κατὰ δέκα καὶ κατὰ πέντε1 καὶ πλείους τούτων ἀπολλυμένας καὶ τοὺς κατὰ χιλίους καὶ δισχιλίους ἀποθνήσκοντας τίς ἄν ἐξαριθμήσειεν; πλήν ἓν ἦν τοῦτο τῶν ἐγκυκλίων, ταφὰς ποιεῖν καθ᾽ ἕκαστον τὸν ἐνιαυτόν, εἰς ἃς πολλοὶ καὶ τῶν ἀστυγειτόνων καὶ τῶν ἄλλων Ἑλλήνων ἐφοίτων, οὐ συμπενθήσοντες τοὺς τεθνεῶτας ἀλλὰ συνησθησόμενοι ταῖς ἡμετέραις συμφοραῖς.