Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[79]
οἷς οὐκ ἂν δικαίως ἐγκαλοῖμεν, ὅτι χαλεπῶς πρὸς ἡμᾶς διετέθησαν: οὐ γὰρ ὑπάρχοντες ἀλλ᾽ ἀμυνόμενοι καὶ πολλὰ καὶ δεινὰ παθόντες τοιαύτην γνώμην ἔσχον περὶ ἡμᾶς: τίς γὰρ ἂν ὑπέμεινε τὴν ἀσέλγειαν τῶν πατέρων τῶν ἡμετέρων, οἳ συναγαγόντες ἐξ ἁπάσης τῆς Ἑλλάδος τοὺς ἀργοτάτους καὶ τοὺς ἁπασῶν τῶν πονηριῶν μετέχοντας, πληροῦντες τούτων τὰς τριήρεις, ἀπηχθάνοντο τοῖς Ἕλλησι, καὶ τοὺς μὲν βελτίστους τῶν ἐν ταῖς ἄλλαις πόλεσιν ἐξέβαλλον, τοῖς δὲ πονηροτάτοις τῶν Ἑλλήνων τἀκείνων διένεμον;