Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[70]
ὡς τοίνυν οὐδὲ δέξασθαι διδομένην τῇ πόλει συμφέρει, δοκεῖτέ μοι τάχιστ᾽ ἂν ἐκεῖθεν καταμαθεῖν. μᾶλλον δὲ καὶ περὶ τούτων βούλομαι μικρὰ προειπεῖν: δέδοικα γὰρ μὴ διὰ τὸ πολλοῖς ἐπιτιμᾶν δόξω τισὶ προῃρῆσθαι τῆς πόλεως κατηγορεῖν.