Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[25]
περὶ μὲν οὖν ὧν οἱ πρέσβεις ἐπαγγέλλονται, καὶ ταῦθ᾽ ἱκανά, καὶ πολλὰ ἂν ἴσως τις προσθείη τούτοις: ἡγοῦμαι δὲ δεῖν ἡμᾶς οὐ μόνον ψηφισαμένους τὴν εἰρήνην ἐκ τῆς ἐκκλησίας ἀπελθεῖν, ἀλλὰ καὶ βουλευσαμένους ὅπως ἄξομεν αὐτήν, καὶ μὴ ποιήσομεν ὅπερ εἰώθαμεν, ὀλίγον χρόνον διαλιπόντες πάλιν εἰς τὰς αὐτὰς καταστησόμεθα ταραχάς, μηδ᾽ ἀναβολὴν ἀλλ᾽ ἀπαλλαγὴν εὑρήσομέν τινα τῶν κακῶν τῶν παρόντων.