Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
ὁρῶσι γὰρ ἡμᾶς οὐ στέργοντας ἐφ᾽ οἷς ἂν ἔχωμεν, ἀλλ᾽ ἀεὶ τοῦ πλέονος ὀρεγομένους, ἢν δὲ μεταβαλώμεθα τὸν τρόπον καὶ δόξαν βελτίω λάβωμεν, οὐ μόνον ἀποστήσονται τῆς ἡμετέρας, ἀλλὰ καὶ τῆς αὑτῶν προσδώσουσι: λυσιτελήσει γὰρ αὐτοῖς θεραπεύουσι τὴν δύναμιν τὴν τῆς πόλεως ἀσφαλῶς ἔχειν τὰς ἑαυτῶν βασιλείας.