Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[137]
οὐδὲ γὰρ ἄλλη τῶν πόλεων οὐδεμία τολμήσει περὶ αὐτοὺς ἐξαμαρτάνειν, ἀλλ᾽ ὀκνήσουσι καὶ πολλὴν ἡσυχίαν ἄξουσιν, ὅταν ἴδωσιν ἐφεδρεύουσαν τὴν δύναμιν τὴν ἡμετέραν καὶ παρεσκευασμένην τοῖς ἀδικουμένοις βοηθεῖν. οὐ μὴν ἀλλ᾽ ὁπότερον ἂν ποιήσωσι, τό γ᾽ ἡμέτερον καλῶς ἕξει καὶ συμφερόντως.