Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[115]
ὧν ὑμῖν οὐδὲν πώποτ᾽ ἐμέλησεν, ἀλλὰ τὰς μὲν τυραννίδας ἡγεῖσθε χαλεπὰς εἶναι καὶ βλαβερὰς οὐ μόνον τοῖς ἄλλοις ἀλλὰ καὶ τοῖς ἔχουσιν αὐτάς, τὴν δ᾽ ἀρχὴν τὴν κατὰ θάλατταν μέγιστον τῶν ἀγαθῶν, τὴν οὐδὲν οὔτε τοῖς πάθεσιν οὔτε ταῖς πράξεσι τῶν μοναρχιῶν διαφέρουσαν. καὶ τὰ μὲν Θηβαίων πράγματα πονηρῶς ἔχειν νομίζετε, ὅτι τοὺς περιοίκους ἀδικοῦσιν, αὐτοὶ δ᾽ οὐδὲν βέλτιον τοὺς συμμάχους διοικοῦντες ἢ <*>κεῖνοι τὴν Βοιωτίαν, ἡγεῖσθε πάντα τὰ δέοντα πράττειν.