Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
μὴ φανερὸν τὸ συμφέρον ποιήσαντες. χωρὶς δὲ τούτων πῶς ἂν ἄνθρωποι καλῶς δυνηθεῖεν ἢ κρῖναι περὶ τῶν γεγενημένων ἢ βουλεύσασθαι περὶ τῶν μελλόντων, εἰ μὴ τοὺς μὲν λόγους τοὺς τῶν ἐναντιουμένων παρ᾽ ἀλλήλους ἐξετάζοιεν, αὐτοὶ δ᾽ αὑτοὺς κοινοὺς ἀμφοτέροις ἀκροατὰς παράσχοιεν;