Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[57]
ὑπὲρ ὧν ἡμεῖς μὲν αὐτοὺς ἐτιμήσαμεν ταῖς μεγίσταις τιμαῖς καὶ τὰς εἰκόνας αὐτῶν ἐστήσαμεν οὗπερ τὸ τοῦ Διὸς ἄγαλμα τοῦ σωτῆρος, πλησίον ἐκείνου τε καὶ σφῶν αὐτῶν, ἀμφοτέρων ὑπόμνημα καὶ τοῦ μεγέθους τῆς εὐεργεσίας καὶ τῆς φιλίας τῆς πρὸς ἀλλήλους.βασιλεὺς δ᾽ οὐ τὴν αὐτὴν γνώμην ἔσχε περὶ αὐτῶν, ἀλλ᾽ ὅσῳ μείζω καὶ πλείονος ἄξια κατειργάσαντο, τοσούτῳ μᾶλλον ἔδεισεν αὐτούς. περὶ μὲν οὖν Κόνωνος ἄλλος ἡμῖν ἔσται λόγος: ὅτι δὲ πρὸς Εὐαγόραν οὕτως ἔσχεν, οὐδ᾽ αὐτὸς λαθεῖν ἐζήτησεν.