Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[52]
Κόνωνα δὲ τὸν διὰ πλείστας ἀρετὰς πρωτεύσαντα τῶν Ἑλλήνων τίς οὐκ οἶδεν ὅτι δυστυχησάσης τῆς πόλεως1 ἐξ ἁπάντων ἐκλεξάμενος ὡς Εὐαγόραν ἦλθε, νομίσας καὶ τῷ σώματι βεβαιοτάτην εἶναι τὴν παρ᾽ ἐκείνῳ καταφυγὴν καὶ τῇ πόλει τάχιστ᾽ ἂν αὐτὸν γενέσθαι βοηθόν. καὶ πολλὰ πρότερον ἤδη κατωρθωκὼς οὐδὲ περὶ ἑνὸς πώποτε πράγματος ἔδοξεν ἄμεινον ἢ περὶ τούτου βουλεύσασθαι:
1 δυστυχησάσης τῆς πόλεως Γ(2)ΘΛ: δυστυχήσας,omittingτῆς πόλεως, Γ(1), Aristot. Rhet. 1399 a 5, Blass.