Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[34]
τοσούτων γὰρ τυράννων ἐν ἅπαντι τῷ χρόνῳ γεγενημένων οὐδεὶς φανήσεται τὴν τιμὴν ταύτην κάλλιον ἐκείνου κτησάμενος. εἰ μὲν οὖν πρὸς ἕκαστον αὐτῶν τὰς πράξεις τὰς Εὐαγόρου παραβάλλοιμεν, οὔτ᾽ ἂν ὁ λόγος ἴσως τοῖς καιροῖς ἁρμόσειεν οὔτ᾽ ἂν ὁ χρόνος τοῖς λεγομένοις ἀρκέσειεν: ἢν δὲ προελόμενοι τοὺς εὐδοκιμωτάτους ἐπὶ τούτων σκοπῶμεν, οὐδὲν μὲν χεῖρον ἐξετῶμεν, πολὺ δὲ συντομώτερον διαλεχθησόμεθα περὶ αὐτῶν.