Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
ὅθεν καὶ μάλιστ᾽ ἄν τις καὶ τὴν φύσιν τὴν ἐκείνου καὶ τὴν δόξαν ἣν εἶχε παρὰ τοῖς ἄλλοις θεωρήσειεν: μέλλοντος γὰρ πλεῖν μετὰ τοσούτων ἐπὶ τηλικαύτην πρᾶξιν1 τὸ μέγεθος καὶ πάντων τῶν δεινῶν πλησίον ὄντων οὔτ᾽ ἐκεῖνος ἠθύμησεν οὔτε τῶν παρακληθέντων οὐδεὶς ἀποστῆναι τῶν κινδύνων ἠξίωσεν, ἀλλ᾽ οἱ μὲν ὥσπερ θεῷ συνακολουθοῦντες ἅπαντες ἐνέμειναν τοῖς ὡμολογημένοις, ὁ δ᾽ ὥσπερ ἢ στρατόπεδον ἔχων κρεῖττον τῶν ἀντιπάλων ἢ προειδὼς τὸ συμβησόμενον οὕτω διέκειτο τὴν γνώμην.