Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
ἀνδρὶ δὲ γενομένῳ ταῦτά τε πάντα συνηυξήθη καὶ πρὸς τούτοις ἀνδρία προσεγένετο καὶ σοφία καὶ δικαιοσύνη, καὶ ταῦτ᾽ οὐ μέσως οὐδ᾽ ὥσπερ ἑτέροις τισίν, ἀλλ᾽ ἕκαστον αὐτῶν εἰς ὑπερβολήν: τοσοῦτον γὰρ καὶ ταῖς τοῦ σώματος καὶ ταῖς τῆς ψυχῆς ἀρεταῖς διήνεγκεν,