Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[53]
τοὺς δὲ νοῦν ἔχοντας καὶ δυναμένους ὁρᾶν πλέον τι τῶν ἄλλων περὶ πολλοῦ ποιοῦ καὶ θεράπευε, γιγνώσκων ὅτι σύμβουλος ἀγαθὸς χρησιμώτατον καὶ τυραννικώτατον ἁπάντων τῶν κτημάτων ἐστίν. ἡγοῦ δὲ τούτους μεγίστην σοι ποιεῖν τὴν βασιλείαν, οἵ τινες ἂν τὴν διάνοιαν τὴν σὴν πλεῖστ᾽ ὠφελῆσαι δυνηθῶσιν.