Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[40]
καὶ μὴ θαυμάσῃς,1 εἰ πολλὰ τῶν λεγομένων ἐστὶν ἃ καὶ σὺ γιγνώσκεις: οὐδὲ γὰρ ἐμὲ τοῦτο παρέλαθεν, ἀλλ᾽ ἠπιστάμην ὅτι τοσούτων ὄντων τὸ πλῆθος καὶ τῶν ἄλλων καὶ τῶν ἀρχόντων οἱ μέν τι τούτων εἰρήκασιν, οἱ δ᾽ ἀκηκόασιν, οἱ δ᾽ ἑτέρους ποιοῦντας ἑωράκασιν, οἱ δ᾽ αὐτοὶ τυγχάνουσιν ἐπιτηδεύοντες.