Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[48]
τίνα γὰρ ἡμᾶς οἴεσθε γνώμην ἔχειν ὁρῶντας καὶ τοὺς γονέας αὑτῶν ἀναξίως γηροτροφουμένους καὶ τοὺς παῖδας οὐκ ἐπὶ ταῖς ἐλπίσιν αἷς ἐποιησάμεθα παιδευομένους, ἀλλὰ πολλοὺς μὲν μικρῶν ἕνεκα συμβολαίων δουλεύοντας, ἄλλους δ᾽ ἐπὶ θητείαν ἰόντας, τοὺς δ᾽ ὅπως ἕκαστοι δύνανται τὰ καθ᾽ ἡμέραν ποριζομένους, ἀπρεπῶς καὶ τοῖς τῶν προγόνων ἔργοις καὶ ταῖς αὑτῶν ἡλικίαις καὶ τοῖς φρονήμασι τοῖς ἡμετέροις;