Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
ἐγὼ δ᾽ ἡγοῦμαι μὲν χρῆναι μηδεμίαν μήτ᾽ αἰτίαν μήτε κατηγορίαν μεῖζον δύνασθαι τῶν ὅρκων καὶ τῶν συνθηκῶν: οὐ μὴν ἀλλ᾽ εἰ δεῖ τινὰς κακῶς παθεῖν διὰ τὴν Λακεδαιμονίων συμμαχίαν, οὐκ ἂν Πλαταιεῖς ἐξ ἁπάντων τῶν Ἑλλήνων προὐκρίθησαν δικαίως: οὐ γὰρ ἑκόντες, ἀλλ᾽ ἀναγκασθέντες αὐτοῖς ἐδουλεύομεν.