Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[46]
μάλιστα δ᾽ ἂν κατίδοις τὴν εὐήθειαν τῶν εἰρημένων ἐπὶ σαυτοῦ θεωρήσας. ἐνθυμήθητι γάρ: εἰ μεγάλων καὶ δεινῶν αἰτιῶν περὶ σὲ γεγονυιῶν τοῦτόν τις τὸν τρόπον σοι συνείποι, πῶς ἂν διατεθείης; ἐγὼ μὲν γὰρ οἶδ᾽ ὅτι μᾶλλον ἂν αὐτὸν μισήσειας ἢ τοὺς κατηγοροῦντας. καίτοι πῶς οὐκ αἰσχρὸν τοιαύτας ὑπὲρ τῶν ἄλλων ποιεῖσθαι τὰς ἀπολογίας, ἐφ᾽ αἷς ὑπὲρ σαυτοῦ λεγομέναις μάλιστ᾽ ἂν ὀργισθείης;