Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[42]
ἀλλ᾽ εἰ μὲν ἡμῶν τις τῆς τῶν ἀνθρώπων φύσεως κατασταίη κύριος, οὐδ᾽ ἂν τοὺς οἰκέτας ἐάσειεν εἶναι πονηρούς: ἐκείνων δὲ καταγιγνώσκομεν ὡς καὶ τοὺς ἐξ αὑτῶν γεγονότας περιεῖδον οὕτως ἀσεβεῖς καὶ παρανόμους ὄντας. καὶ σὺ μὲν οἴει καὶ τοὺς μηδὲν προσήκοντας, ἤν σοι πλησιάσωσι, βελτίους ποιήσειν, τοὺς δὲ θεοὺς οὐδεμίαν ἡγεῖ τῆς τῶν παίδων ἀρετῆς ἔχειν ἐπιμέλειαν.