Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[39]
ὑπὲρ ὧν τὴν μὲν ἀξίαν δίκην οὐκ ἔδοσαν, οὐ μὴν ἀτιμώρητοί γε διέφυγον, ἀλλ᾽ οἱ μὲν αὐτῶν ἀλῆται καὶ τῶν καθ᾽ ἡμέραν ἐνδεεῖς κατέστησαν, οἱ δ᾽ ἐτυφλώθησαν, ἄλλος δὲ φεύγων τὴν πατρίδα καὶ τοῖς οἰκειοτάτοις πολεμῶν ἅπαντα τὸν χρόνον διετέλεσεν, Ὀρφεὺς δ᾽ ὁ μάλιστα τούτων τῶν λόγων ἁψάμενος, διασπασθεὶς τὸν βίον ἐτελεύτησεν: ὥστ᾽ ἢν σωφρονῶμεν,