Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[32]
ἀλλὰ τοσούτῳ πλέον ἡμῶν ἀπέχεις τοῦ πιστὰ λέγειν, ὅσον ἐγὼ μὲν οὐδενὸς αὐτὸν αἰτιῶμαι τῶν ἀδυνάτων ἀλλὰ νόμων καὶ πολιτείας, αἵπερ εἰσὶ πράξεις τῶν ἀνδρῶν τῶν καλῶν κἀγαθῶν: σὺ δὲ τοιούτων δημιουργὸν ἀποφαίνεις, ὧν οὐδέτερον οὐδεὶς ἂν ἀνθρώπων ποιήσειεν, ἀλλὰ τὸ μὲν τῆς τῶν θηρίων ὠμότητος, τὸ δὲ τῆς τῶν θεῶν δυνάμεως ἔργον ἐστίν.