Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
ἅμα δὲ βουλόμενος πεῖραν λαμβάνειν ἐν τοῖς φανεροῖς, ἥντινα περὶ τῶν ἀφανῶν διάνοιαν ἔχουσιν. ἐνόμιζε γὰρ τοὺς μὲν τούτων ὀλιγωροῦντας τυχὸν καὶ τῶν μειζόνων καταφρονήσειν, τοὺς δ᾽ ἐπὶ πάντων ὁμοίως ἐμμένοντας τῇ τάξει βεβαίως ἔσεσθαι τὴν αὑτῶν εὐσέβειαν ἐπιδεδειγμένους.