Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[28]
σύμπλους δὲ γενόμενος, καὶ κρατήσας φύσεως ἐξ ἀνδρὸς μὲν καὶ ταύρου μεμιγμένης, τὴν δ᾽ ἰσχὺν ἐχούσης οἵαν προσήκει τὴν ἐκ τοιούτων σωμάτων συγκειμένην, τοὺς μὲν παῖδας διασώσας τοῖς γονεῦσιν ἀπέδωκε, τὴν δὲ πόλιν οὕτως ἀνόμου καὶ δεινοῦ καὶ δυσαπαλλάκτου προστάγματος ἠλευθέρωσεν.