Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
περὶ δὲ τοὺς αὐτοὺς χρόνους τὸ τέρας τὸ τραφὲν μὲν ἐν Κρήτῃ, γενόμενον δ᾽ ἐκ Πασιφάης τῆς Ἡλίου θυγατρός, ᾧ κατὰ μαντείαν δασμὸν τῆς πόλεως δὶς ἑπτὰ παῖδας ἀποστελλούσης, ἰδὼν αὐτοὺς ἀγομένους καὶ πανδημεὶ προπεμπομένους ἐπὶ θάνατον ἄνομον καὶ προῦπτον καὶ πενθουμένους ἔτι ζῶντας, οὕτως ἠγανάκτησεν ὥσθ᾽ ἡγήσατο κρεῖττον εἶναι τεθνάναι μᾶλλον ἢ ζῆν ἄρχων τῆς πόλεως τῆς οὕτως οἰκτρὸν τοῖς ἐχθροῖς φόρον ὑποτελεῖν ἠναγκασμένης.