Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[52]
ἀναγιγνώσκειν. ὥσπερ γὰρ τὴν μέλιτταν ὁρῶμεν ἐφ᾽ ἅπαντα μὲν τὰ βλαστήματα καθιζάνουσαν, οὕτω δεῖ καὶ τοὺς παιδείας ὀρεγομένους μηδενὸς μὲν ἀπείρως ἔχειν, πανταχόθεν δὲ τὰ χρήσιμα συλλέγειν. μόλις γὰρ ἄν τις ἐκ ταύτης τῆς ἐπιμελείας τὰς τῆς φύσεως ἁμαρτίας ἐπικρατήσειεν.