Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[42]
νόμιζε μηδὲν εἶναι τῶν ἀνθρωπίνων βέβαιον: οὕτω γὰρ οὔτ᾽ εὐτυχῶν ἔσει περιχαρὴς οὔτε δυστυχῶν περίλυπος. χαῖρε μὲν ἐπὶ τοῖς συμβαίνουσι τῶν ἀγαθῶν, λυποῦ δὲ μετρίως ἐπὶ τοῖς γιγνομένοις τῶν κακῶν, γίγνου δὲ τοῖς ἄλλοις μηδ᾽ ἐν ἑτέροις ὢν κατάδηλος: ἄτοπον γὰρ τὴν μὲν οὐσίαν ἐν ταῖς οἰκίαις ἀποκρύπτειν, τὴν δὲ διάνοιαν φανερὰν ἔχοντα περιπατεῖν.