Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[25]
περὶ τῶν ῥητῶν ὡς ἀπορρήτων ἀνακοινοῦ: μὴ τυχὼν μὲν γὰρ οὐδὲν βλαβήσει, τυχὼν δὲ μᾶλλον αὐτῶν τὸν τρόπον ἐπιστήσει. δοκίμαζε τοὺς φίλους ἔκ τε τῆς περὶ τὸν βίον ἀτυχίας καὶ τῆς ἐν τοῖς κινδύνοις κοινωνίας: τὸ μὲν γὰρ χρυσίον ἐν τῷ πυρὶ βασανίζομεν, τοὺς δὲ φίλους ἐν ταῖς ἀτυχίαις διαγιγνώσκομεν. οὕτως ἄριστα χρήσει τοῖς φίλοις, ἐὰν μὴ προσμένῃς τὰς παρ᾽ ἐκείνων δεήσεις, ἀλλ᾽ αὐτεπάγγελτος αὐτοῖς ἐν τοῖς καιροῖς βοηθῇς.