Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[25]
πρῶτον δ᾽ ἐκ τούτου σκοπεῖσθε. ὅτε γὰρ ἐδίδομεν τῷ ξένῳ τὴν συνθήκην, καθ᾽ ἣν οὗτος μὲν ἀφεῖσθαί φησι τῶν ἐγκλημάτων, ἐγὼ δ᾽ ὡς ἔδει με παρὰ τοὺτου κομίσασθαι τὸ χρυσίον, ἐκελεύομεν τὸν ξένον, ἐὰν μὲν διαλλαγῶμεν πρὸς ἡμᾶς αὐτούς, κατακαῦσαι τὸ γραμματεῖον, εἰ δὲ μή, Σατύρῳ ἀποδοῦναι: καὶ ταῦτα ῥηθῆναι ὑπ᾽ ἀμφοτέρων ἡμῶν ὁμολογεῖται.