Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
ἀλλ᾽ ἐκεῖνος μὲν τοσαύτην πρόνοιαν ἔσχεν ὑπὲρ τοῦ μηδὲ φεύγων μηδὲν ἐξαμαρτεῖν εἰς τὴν πόλιν, ὥστ᾽ εἰς Ἄργος ἐλθὼν ἡσυχίαν εἶχεν, οἱ δ᾽ εἰς τοσοῦτον ὕβρεως ἦλθον, ὥστ᾽ ἔπεισαν ὑμᾶς ἐλαύνειν αὐτὸν ἐξ ἁπάσης τῆς Ἑλλάδος καὶ στηλίτην ἀναγράφειν καὶ πρέσβεις πέμποντας ἐξαιτεῖν παρ᾽ Ἀργείων. ἀπορῶν δ᾽ ὅ τι χρήσαιτο τοῖς παροῦσι κακοῖς καὶ πανταχόθεν εἰργόμενος καὶ σωτηρίας οὐδεμιᾶς ἄλλης αὐτῷ φαινομένης τελευτῶν ἐπὶ Λακεδαιμονίους ἠναγκάσθη καταφυγεῖν.