Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[40]
ἂν δ᾽ ἄρα μέμνηται τῶν ἐπὶ τῆς ὀλιγαρχίας γεγενημένων, ἁξιοῦτε αὐτὸν μὴ 'κείνων κατηγορεῖν, ὑπὲρ ὧν οὐδεὶς ἀπολογήσεται, ἀλλ᾽ ὡς ἐγὼ τὰ χρήματα εἴληφα διδάσκειν, περὶ οὗπερ ὑμᾶς δεῖ ψηφίζεσθαι, μηδ᾽ ὡς αὐτός δεινὰ πέπονθεν ἀποφαίνειν, ἀλλ᾽ ὡς ἐγὼ πεποίηκα ἐξελέγχειν, παρ᾽ οὗπερ ἀξιοῖ τἀπολωλότα κομίζεσθαι: