previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

χειρόμακτρον δὲ καλεῖται τὰς χεῖρας ἀπεμάττοντο ὠμολίνῳ: ὅπερ ἐν τοῖς προκειμένοις p. 409e' 'Φιλόξενος Κυθήριος ὠνόμασεν ἔκτριμμα. Ἀριστοφάνης Ταγηνισταῖς I 521 K':'
φέρε, παῖ, ταχέως κατὰ χειρὸς ὕδωρ,
παράπεμπε τὸ χειρόμακτρον.
σημειωτέον δὲ ὅτι καὶ μετὰ τὸ δειπνῆσαι κατὰ χειρὸς ἔλεγον, οὐχ ὡς Ἀριστοφάνης γραμματικός φησιν ὅτι πρὶν φαγεῖν οἱ Ἀττικοὶ κατὰ χειρὸς ἔλεγον, μετὰ δὲ τὸ δειπνῆσαι ἀπονίψασθαι supra p. 408f'.' Σοφοκλῆς Οἰνομάῳ fr. 429':'
σκυθιστὶ χειρόμακτρον ἐκκεκαρμένος.
καὶ Ἡρόδοτος ἐν δευτέρᾳ c. 122'.' Ξενοφῶν δ᾽ ἐν α# Παιδείας γράφει 3, 5':' ‘ὅταν δὲ τούτων τινὸς θίγῃς, εὐθὺς ἀποκαθαίρῃ τὴν χεῖρα εἰς τὰ χειρόμακτρα, ὡς πάνυ ἀχθόμενος ὅτι κατάπλεά σοι ἀπ᾽ αὐτῶν ἐγένετο.' Πολέμων δ᾽ ἐν ἕκτῳ τῶν πρὸς Ἀντίγονον καὶ Ἀδαῖον περὶ τῆς διαφορᾶς λέγει τοῦ κατὰ χειρὸς πρὸς τὸ νίψασθαι fr. 62 Pr'.' Δημόνικος δ᾽ ἐν τῷ Ἀχελωνίῳ τὸ πρὸ τοῦ δείπνου κατὰ χειρός φησι διὰ τούτων IV 570 M':'
ἐσπουδάκει δ᾽ ἕκαστος ὡς ἂν ἑστιῶν
ἅμα τ᾽ ὀξύπεινον ἄνδρα καὶ Βοιώτιον.
τὸ γοῦν κατὰ χειρὸς περιέγραψ᾽, εἴπας ὅτι
μετὰ δεῖπνον αὐτῷ τοῦτο γίνεται λαβεῖν.
ὠμολίνου δὲ μέμνηται Κρατῖνος ἐν Ἀρχιλόχοις I 14 K':' ‘ὠμολίνοις κόμη βρύουσ᾽ ἀτιμίας πλέως.' Σαπφὼ δ᾽ ὅταν λέγῃ ἐν τῷ πέμπτῳ τῶν μελῶν πρὸς τὴν Ἀφροδίτην fr. 44 B':'
χειρόμακτρα δὲ καγγονων
πορφύρᾳ καταυταμενἀτατι
Μνᾶσις πέμψ᾽ ἀπὺ Φωκάας
δῶρα τίμια [καγγόνων],
κόσμον λέγει κεφαλῆς τὰ χειρόμακτρα, ὡς καὶ Ἑκαταῖος δηλοῖ γεγραφὼς τὰς περιηγήσεις ἐν τῇ Ἀσίᾳ ἐπιγραφομένῃ FHG I 25':' ‘γυναῖκες δ᾽ ἐπὶ τῆς κεφαλῆς ἔχουσι χειρόμακτρα.' Ἡρόδοτος δ᾽ ἐν τῇ β# φησί c. 122':' ‘μετὰ δὲ ταῦτα ἔλεγον τοῦτον τὸν βασιλέα ζωὸν καταβῆναι κάτω εἰς ὃν οἱ Ἕλληνες Ἅιδην νομίζουσι κἀκεῖθι συγκυβεύειν τῇ Δήμητρι, καὶ τὰ μὲν νικᾶν αὐτήν, τὰ δὲ ἑσσοῦσθαι ὑπ᾽ αὐτῆς: καί μιν πάλιν ἀναφικέσθαι δῶρον ἔχοντα παρ᾽ αὐτῆς χειρόμακτρον χρύσεον.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: