previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐχρῶντο δ᾽ εἰς τὰς χεῖρας ἀποπλύνοντες αὐτὰς καὶ σμήματι ἀπορύψεως χάριν, ὡς παρίστησιν Ἀντιφάνης ἐν Κωρύκῳ II 67 K':'
ἐν ὅσῳ δ᾽ ἀκροῶμαί σου κέλευσόν <μοί> τινα
φέρειν ἀπονίψασθαι. Β. δότω τις δεῦρ᾽ ὕδωρ
καὶ σμῆμα.
ἔτι δὲ καὶ εὐώδεσι τὰς χεῖρας κατεχρίοντο τὰς ἀπομαγδαλίας ἀτιμάσαντες, ἃς Λακεδαιμόνιοι ἐκάλουν κυνάδας, ὥς φησι Πολέμων ἐν τῇ περὶ ὀνομάτων ἀδόξων ἐπιστολῇ fr. 77 Pr'.' περὶ δὲ τοῦ εὐώδεσι χρίεσθαι τὰς χεῖρας Ἐπιγένης Ἀντιφάνης φησὶν ἐν Ἀργυρίου ἀφανισμῷ οὕτως II 26 K':'
καὶ τότε
περιπατήσεις κἀπονίψει κατὰ τρόπον
τὰς χεῖρας εὐώδη λαβὼν [τὴν] γῆν.
καὶ Φιλόξενος δ᾽ ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ φησίν fr. 2, 39 B':'
ἔπειτα δὲ παῖδες νίπτρ᾽ ἔδοσαν κατὰ χειρῶν,
σμήμασιν ἰρινομίκτοις χλιεροθαλπὲς ὕδωρ ἐπεγχέοντες
τόσσον ὅσον <τις> ἔχρῃζ᾽, ἐκτρίμματά τε ....
λαμπρὰ
σινδονυφῆ, δίδοσαν <δὲ> χρίματά τ᾽ ἀμβροσίοδμα
καὶ στεφάνους ἰοθαλέας.
Δρόμων δ᾽ ἐν Ψαλτρίᾳ II 419 K':'
ἐπεὶ δὲ θᾶττον ἦμεν ἠριστηκότες,
..... περιεῖλε τὰς τραπέζας, νίμματα
ἐπέχει τις, ἀπενιζόμεθα, τοὺς στεφάνους πάλιν
τοὺς ἑσπερίνους λαβόντες ἐστεφανούμεθα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: