previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀριστοφάνης δὲ γραμματικὸς ἐν τοῖς πρὸς τοὺς Καλλιμάχου πίνακας p. 251 N' 'χλευάζει τοὺς οὐκ εἰδότας τὴν διαφορὰν τοῦ τε κατὰ χειρὸς καὶ τοῦ ἀπονίψασθαι. παρὰ γὰρ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶ δείπνου λέγεσθαι κατὰ χειρὸς, τὸ δὲ μετὰ ταῦτα ἀπονίψασθαι. ἔοικε δ᾽ γραμματικὸς τοῦτο πεφυλαχέναι παρὰ τοῖς Ἀττικοῖς, ἐπεί τοι Ὅμηρός πῃ μέν φησι

νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.

πῂ δέ:

τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
σῖτον δὲ δμωαὶ παρενήνεον ἐν κανέοισι.

καὶ Σώφρων ἐν γυναικείοις fr. 23 Bo':' ‘τάλαινα Κοικόα, κατὰ χειρὸς δοῦσα ἀπόδος πόχ᾽ ἁμῖν τὰν τράπεζαν.' παρὰ μέντοι τοῖς τραγικοῖς καὶ τοῖς κωμικοῖς παροξυτόνως ἀνέγνωσται χερνίβα: παρ᾽ Εὐριπίδῃ ἐν Ἡρακλεῖ 929':'
εἰς χερνίβ᾽ ὡς βάψειεν Ἀλκμήνης γόνος.
ἀλλὰ καὶ παρ᾽ Εὐπόλιδι ἐν Αἰξίν I 262 K':'
αὐτοῦ τὴν χερνίβα παύσεις.
ἐστὶ δὲ ὕδωρ εἰς ἀπέβαπτον δαλὸν ἐκ τοῦ βωμοῦ λαμβάνοντες ἐφ᾽ οὗ τὴν θυσίαν ἐπετέλουν: καὶ τούτῳ περιρραίνοντες τοὺς παρόντας ἥγνιζον. χρὴ μέντοι προπαροξυτόνως προφέρεσθαι. τὰ γὰρ τοιάδε ῥηματικὰ σύνθετα εἰςψλήγοντα γεγονότα παρὰ τὸν παρακείμενον τὴν παραλήγουσαν τοῦ παρακειμένου φυλάσσουσιν, ἄν τε ἔχῃ τοῦτον διὰ τῶν δύομμλεγόμενον, βαρύνεται, λέλειμμαι αἰγίλιψ, τέτριμμαι οἰκότριψ, κέκλεμμαι βοίκλεψ, παρὰ Σοφοκλεῖ Ἑρμῆς fr. 927',' <βέβλεμμαι> κατῶβλεψ, παρὰ Ἀρχελάῳ τῷ Χερρονησίτῃ ἐν τοῖς Ἰδιοφυέσιν. ἐν δὲ ταῖς πλαγίοις τὰ τοιαῦτα ἐπὶ τῆς αὐτῆς συλλαβῆς φυλάττειν τὴν τάσιν. Ἀριστοφάνης δ᾽ ἐν Ἥρωσι I 472 K' 'χερνίβιον εἴρηκεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (2 total)
  • Cross-references from this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: