previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μετὰ ταῦτα περιενεχθεισῶν ὀρνίθων τε ὀπτῶν φακῆς τε καὶ πισῶν αὐταῖς χύτραις, ἔτι δὲ τῶν τοιούτων περὶ ὧν Φαινίας Ἐρέσιος ἐν τοῖς περὶ φυτῶν τάδε γράφει: ‘πᾶσα γὰρ χεδροπώδης ἥμερος φύσις ἐνσπέρματος μὲν ἑψήσεως ἕνεκα σπείρεται, οἷον [ὁ] κύαμος, πισός: ἐτνηρὸν γὰρ ἐκ τούτων ἕψημα γίνεται: τὰ δὲ πάλιν αὖθις λεκιθώδη, καθάπερ ἄρακος: τὸ δὲ φακῆς, οἷον ἀφάκη, φακός: τὸ δὲ χόρτου ἕνεκα τῶν τετραπόδων ζῴων, οἷον ὄροβος μὲν ἀροτήρων βοῶν, ἀφάκη δὲ προβάτων.' πισοῦ δὲ τοῦ ὀσπρίου μνημονεύει καὶ Εὔπολις ἐν Χρυσῷ γένει. Ἡλιόδωρος δ᾽ περιηγητὴς ἐν α# περὶ ἀκροπόλεως FHG IV 425' '‘τῆς τῶν πυρῶν, φησίν, ἑψήσεως ἐπινοηθείσης οἱ μὲν παλαιοὶ πύανον, οἱ δὲ νῦν ὁλόπυρον προσαγορεύουσιν.' τοιούτων ἔτι πολλῶν λεγομένων Δημόκριτος ἔφη: ‘ἀλλὰ κἂν τῆς φακῆς ἐάσατε ἡμᾶς μεταλαβεῖν αὐτῆς γε τῆς χύτρας, μὴ καὶ λίθοις τις ὑμῶν βεβλήσεται, κατὰ τὸν Θάσιον Ἡγήμονα.' καὶ Οὐλπιανὸς ἔφη: ‘τίς δ᾽ αὕτη λιθίνη βαλλητύς; Ἐλευσῖνι γὰρ τῇ ἐμῇ οἶδά τινα πανήγυριν ἀγομένην καὶ καλουμένην Βαλλητύν: περὶ ἧς οὐκ ἄν τι εἴποιμι μὴ παρ᾽ ἑκάστου μισθὸν λαβών.' ‘ἀλλ᾽ ἔγωγε, φησὶν Δημόκριτος, οὐκ ὢνλαβάργυρος ὡρολογητὴσ᾽ κατὰ τὸν Τίμωνος Πρόδικον fr. 11 W' 'λέξω τὰ περὶ τοῦ Ἡγήμονος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: