previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μνησίμαχος δ᾽ ἐν Ἱπποτρόφῳ τοιαῦτα παρασκευάζει II 437 K':'
βαῖν᾽ ἐκ θαλάμων κυπαρισσορόφων
ἔξω, Μάνη: στεῖχ᾽ εἰς ἀγορὰν
πρὸς τοὺς Ἑρμᾶς,
οὗ προσφοιτῶσ᾽ οἱ φύλαρχοι,
τούς τε μαθητὰς τοὺς ὡραίους,
οὓς ἀναβαίνειν ἐπὶ τοὺς ἵππους
μελετᾷ Φείδων καὶ καταβαίνειν:
οἶσθ᾽ οὓς φράζω;
τούτοις τοίνυν ἄγγελλ᾽, ὁτιὴ
ψυχρὸν τοὔψον, τὸ ποτὸν θερμόν,
ξηρὸν φύραμ᾽, ἄρτοι ξηροί:
σπλάγχν᾽ ὀπτᾶται, χναῦμ᾽ ἥρπασται,
κρέας ἐξ ἅλμης ἐξῄρηται,
τόμος ἀλλᾶντος, τόμος ἠνύστρου,
χορδῆς ἕτερος, φύσκης ἕτερος
διαλαιμοτομεῖθ᾽ ὑπὸ τῶν ἔνδον:
κρατὴρ ἐξερροίβδητ᾽ οἴνου:
πρόποσις χωρεῖ: λέπεται κόρδαξ:
ἀκολασταίνει νοῦς μειρακίων:
πάντ᾽ ἐστ᾽ ἔνδον τὰ κάτωθεν ἄνω.
μέμνησ᾽ λέγω, πρόσεχ᾽ οἷς φράζω.
χάσκεις οὗτος;
βλέψον δευρί: πῶς αὐτὰ φράσεις; αὐτίκ᾽ ἐρῶ σοι πάλιν ἐξ ἀρχῆς: ἥκειν ἤδη καὶ μὴ μέλλειν τῷ τε μαγείρῳ μὴ λυμαίνεσθ᾽, ὡς τῶν ὄψων ἑφθῶν ὄντων, ὀπτῶν ὄντων, ψυχρῶν ὄντων, καθ᾽ ἕκαστα λέγων: βολβός, ἐλαία, σκόροδον, καυλός, κολοκύντη, ἔτνος, θρῖον, φυλλάς, θύννου τεμάχη, γλάνιδος, γαλεοῦ, ῥίνης, γόγγρου: φοξῖνος ὅλος, κορακῖνος ὅλος, μεμβράς, σκόμβρος, θυννίς, κωβιός, ἠλακατῆνες, κυνὸς οὐραῖον τῶν καρχαριῶν, νάρκη, βάτραχος, πέρκη, σαῦρος, τριχίας, φυκίς, βρίγκος, τρίγλη, κόκκυξ, τρυγών, σμύραινα, φάγρος, μύλλος, λεβίας, σπάρος, αἰολίας, θρᾷττα, χελιδών, καρίς, τευθίς, ψῆττα, δρακαινίς, πουλυπόδειον, σηπία, ὀρφώς, κάραβος, ἔσχαρος, ἀφύαι, βελόναι, κεστρεύς, σκορπίος, ἔγχελυς, ἄρκτος, κρέα τ᾽ ἄλλα ῾τὸ πλῆθος ἀμύθητον̓ χηνός, χοίρου, βοός, ἀρνός, οἰός, κάπρου, αἰγός, ἀλεκτρυόνος, νήττης, κίττης, πέρδικος, ἀλωπεκίου.
καὶ μετὰ δεῖπνον θαυμαστὸν ὅσ᾽ ἔστ᾽
ἀγαθῶν πλήθη.
πᾶς δὲ κατ᾽ οἴκους μάττει, πέττει,
τίλλει, κόπτει, τέμνει, δεύει,
χαίρει, παίζει, πηδᾷ, δειπνεῖ,
πίνει, σκιρτᾷ, λορδοῖ, κεντεῖ [βινεῖ].
σεμναὶ δ᾽ αὐλῶν ἀγαναὶ φωναί,
μολπά, κλαγγὰ θράττει, [νεῖται] πνεῖται.
κούραν Κασίας
ἀπὸ γᾶς ἁγίας, ἁλίας Συρίας
ὀσμὴ σεμνὴ μυκτῆρα δονεῖ
λιβάνου, μάρου, σμύρνης, καλάμου,
στύρακος, βάρου,
λίνδου, κίνδου, κισθοῦ, μίνθου:
τοιάδε δόμους ὁμίχλη κατέχει
πάντων ἀγαθῶν ἀνάμεστος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: