Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Τρύφων δέ φησι ῾fr. 19 Vels':' ‘
τὸν λαγὼν ἐπ᾽
αἰτιατικῆς ἐν Δαναίσιν Ἀριστοφάνης ὀξυτόνως καὶ
μετὰ τοῦ 〈
ν〉
λέγει ῾I 456 K':'
λύσας ἴσως ἂν τὸν λαγὼν ξυναρπάσειεν ὑμῶν.
καὶ ἐν Δαιταλεῦσιν ῾I 445 K':'
ἀπόλωλα: τίλλων τὸν λαγὼν ὀφθήσομαι.
Ξενοφῶν δ᾽ ἐν Κυνηγετικῷ ῾c. 5, 1' '
χωρὶς τοῦ 〈
ν〉
λαγῶ
καὶ περισπωμένως,
ἐπεὶ τὸ καθ᾽ ἡμᾶς ἐστι λαγός.
ὥσπερ δὲ ναὸν λεγόντων ἡμῶν ἐκεῖνοί φασιν νεὼν
καὶ λαὸν λεών,
οὕτω λαγὸν ὀνομαζόντων ἐκεῖνοι
λαγὼν ἐροῦσι.
τῇ δὲ τὸν λαγὸν ἑνικῇ αἰτιατικῇ ἀκόλουθός ἐστιν ἡ παρὰ Σοφοκλεῖ ἐν Ἀμύκῳ σατυρικῷ
πληθυντικὴ ὀνομαστική ῾fr. 108':'
γέρανοι, χελῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί.
τῇ δὲ λαγὼν ἡ διὰ τοῦ 〈
ω〉
παραπλησίως προσαγορευομένη λαγῲ παρ᾽ Εὐπόλιδι ἐν Κόλαξιν ῾I 303 K':' ‘
ἵνα
πάρα μὲν βατίδες καὶ λαγῲ καὶ γυναῖκες εἱλίποδες.'
εἰσὶν δ᾽ οἳ καὶ ταῦτ᾽ ἀλόγως κατὰ τὴν τελευτῶσαν
συλλαβὴν περισπωμένως προφέρονται.
δεῖ δὲ ὀξυτονεῖν τὴν λέξιν,
ἐπειδὴ τὰ εἰς 〈
ος〉
λήγοντα τῶν ὀνομάτων ὁμότονά ἐστι,
κἂν μεταληφθῇ εἰς τὸ 〈
ω〉
παρ᾽ Ἀττικοῖς:
ναὸς νεώς,
κάλος κάλως.
οὕτως δ᾽ ἐχρήσατο
τῷ ὀνόματι καὶ Ἐπίχαρμος καὶ Ἡρόδοτος καὶ ὁ
τοὺς Εἵλωτας ποιήσας.
εἶτά ἐστι τὸ μὲν Ἰακὸν λαγός
῾Amipsiae I 675 K':'
λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον,
τὸ δὲ λαγὼς Ἀττικόν.
λέγουσι δὲ καὶ Ἀττικοὶ λαγός,
ὡς Σοφοκλῆς ῾fr. 108':'
γέρανοι, κορῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί.
τὸ μέντοι
“
ἢ πτῶκα λαγωόν”
Il. 23.310
εἰ μέν ἐστιν Ἰωνικόν,
πλεονάζει τὸ 〈
ω〉,
εἰ δ᾽ Ἀττικόν,
τὸ 〈
ο〉.
λαγῷα
δὲ λέγεται κρέα.'