Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ κωλῆνα δὲ λέγουσι καὶ κωλῆν.
Εὔπολις
Αὐτολύκῳ ῾I 269 K':'
σκέλη δὲ καὶ κωλῆνες εὐθὺ τοὐρόφου.
Εὐριπίδης Σκίρωνι ῾fr. 678 N':'
οὐδὲ κωλῆνες νεβρῶν.
ἀπὸ δὲ τοῦ κωλέα συνῃρημένον ἐστὶν ὡς συκέα συκῆ,
λεοντέα λεοντῆ,
κωλέα κωλῆ.
Ἀριστοφάνης Πλούτῳ
δευτέρῳ ῾1128':'
οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον,
καὶ ἐν Δαιταλεῦσι ῾I 450 K':'
καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα.
ἐν δὲ Πελαργοῖς ῾I 504 K':'
κεφαλάς τ᾽ ἀρνῶν κωλᾶς <τ᾽> ἐρίφων.
Πλάτων Γρυψίν ῾I 604 K':' ‘
ἰχθῦς,
κωλᾶς,
φύσκασ᾽.
Ἀμειψίας Κόννῳ (
I 672 K':'
δίδοται μάλισθ᾽ ἱερώσυνα,
κωλῆ, τὸ πλευρὸν, ἡμίκραιρ᾽ ἀριστερά.
Ξενοφῶν Κυνηγετικῷ ῾c. 5, 30':' ‘
κωλῆν σαρκώδη,
λαγόνας ὑγράς.'
καὶ Ξενοφάνης δ᾽ ὁ Κολοφώνιος ἐν
τοῖς ἐλεγείοις φησί ῾II 114 B4':'
πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον
ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν,
τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδ᾽ ἀπολήξει,
ἔστ᾽ ἂν ἀοιδάων ᾖ γένος Ἑλλαδικόν.'