Ἶσον δ᾽ Ἑρμιονεὺς ποσὶ καρπαλίμοισι μετασπὼνΣιμάριστος δ᾽ ἐν τρίτῳ Συνωνύμων οὕτως γράφει: ‘ὀσφύος αἱ ἐκ πλαγίων σάρκες ἐπανεστηκυῖαι ψύαι. τὰ δ᾽ ἑκατέρωθεν κοιλώματα λέγουσι κύβους γαλλιας.' Κλέαρχος δ᾽ ἐν δευτέρῳ περὶ σκελετῶν οὕτως φησί ῾FHG II 324':' ‘σάρκες μυωταὶ καθ᾽ ἑκάτερον μέρος, ἃς οἳ μὲν ψύας, οἳ δὲ ἀλώπεκας, οἳ δὲ νευρομήτρας καλοῦσι. μνημονεύει δὲ τῶν ψυῶν καὶ Ἱπποκράτης ὁ ἱερώτατος. ὠνομάσθησαν δ᾽ οὕτως διὰ τὸ ῥᾳδίως ἀποψᾶσθαι ἢ οἷόν τις [οὖσα] ἐπιψαύουσα σὰρξ καὶ ἐπιπολῆς τοῖς ὀστέοις ὑπάρχουσα.' μνημονεύει αὐτῶν καὶ Εὔφρων ὁ κωμικὸς ἐν Θεωροῖς ῾IV 491 M':'
ψύας ἔγχει νύξε.
λοβός τίς ἐστι καὶ ψύαι καλούμεναι:
ταύτας ἐπιτεμὼν πρὶν θεωρῆσαι μαθών ...