previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΓΑΛΑΘΗΝΩΝ δὲ χοίρων ποτὲ περιενεχθέντων καὶ περὶ τούτων ἐζήτησαν οἱ δαιταλεῖς εἰ τὸ ὄνομα εἴρηται. καί τις ἔφη: ‘Φερεκράτης Δουλοδιδασκάλῳ I 157 K':' ‘γαλαθήν᾽ ἔκλεπτον οὐ τέλεα.' ἐν δὲ Αὐτομόλοις I 153 K':' ‘οὐ γαλαθηνὸν ἄρ᾽ ὗν θύειν μέλλεις.' Ἀλκαῖος Παλαίστρᾳ I 761 K':'
ὁδὶ γὰρ αὐτός ἐστιν: εἴ τι γρύξομαι
ὧν σοι λέγω πλέον τι γαλαθηνοῦ μυός.
Ἡρόδοτος δ᾽ ἐν τῇ πρώτῃ φησὶν c. 183' 'ὅτι ἐν Βαβυλῶνι ἐπὶ τοῦ χρυσοῦ βωμοῦ οὐκ ἔξεστι θύειν ὅτι μὴ γαλαθηνὰ μοῦνα. Ἀντιφάνης Φιλεταίρῳ II 104 K':'
κομψός γε μικρὸς κρωμακίσκος οὑτοσὶ
γαλαθηνός.
Ἡνίοχος Πολυεύκτῳ II 432 K':'
βοῦς <> χαλκοῦς ἦν ἂν ἑφθὸς δεκάπαλαι,
δ᾽ ἴσως γαλαθηνὸν τέθυκε τὸν χοῖρον λαβών.
καὶ Ἀνακρέων δέ φησιν fr. 51 B4':'
οἷά τε νεβρὸν νεοθηλέα
γαλαθηνόν, ὅς τ᾽ ἐν ὕλῃ κεροέσσης
ἀπολειφθεὶς ἀπὸ μητρὸς ἐπτοήθη.
Κράτης Γείτοσι I 130 K':'
νῦν μὲν γὰρ ἡμῖν ... παιδικῶν ἅλις
οκως περ ἀρνῶν ἐστι γαλαθηνῶν τε καὶ
χοίρων.
Σιμωνίδης δ᾽ ἐπὶ τοῦ Περσέως τὴν Δανάην ποιεῖ λέγουσαν fr. 37':'
τέκος, οἷον ἔχω πόνον:
σὺ δ᾽ ἀωτεῖς, γαλαθηνῷ δ᾽ ἤτορι κνώσσεις.
καὶ ἐν ἄλλοις ἐπ᾽ Ἀρχεμόρου εἴρηκεν fr. 52':'
ἰοστεφάνου γλυκεῖαν ἐδάκρυσαν
ψυχὰν ἀποπνέοντα γαλαθηνὸν τέκος.
Κλέαρχος δ᾽ ἐν τοῖς περὶ βίων FHG II 309' 'εἰς τοῦτό φησιν ὠμότητος Φάλαριν τὸν τύραννον ἐλάσαι ὡς γαλαθηνὰ θοινᾶσθαι βρέφη. ῾θῆσθαι δ᾽ ἐστὶ τὸ θηλάζειν τὸ γάλα. Ὅμηρος:

Ἕκτωρ γὰρ θνητός τε γυναῖκά τε θήσατο μαζόν,

διὰ τὸ ἐντίθεσθαι τὰς θηλὰς εἰς τὰ στόματα τὰ βρέφη, καὶ τιτθὸς ἐνθένδε διὰ τὸ ἐντίθεσθαι τὰς θηλάς:'
νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνούς Od. 4.336'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (2 total)
  • Cross-references from this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: