previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

παρῆσαν δὲ πολλάκις ἡμῖν καὶ οἱ καλούμενοι ΠΑΡΑΣΤΑΤΑΙ, ὧν μνημονεύει Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ καὶ Σιμάριστος ἐν γ# Συνωνύμων καὶ τετάρτῳ. εἰσὶ δ᾽ οἱ ὄρχεις οὕτω καλούμενοι.

συγκεκνισωμένων δέ τινων κρεῶν ζωμῷ [καὶ] παραφερομένων ἐπεί τις ἔφητῶν ΠΝΙΚΤΩΝ κρεᾳδίων δόσ᾽, τῶν ὀνομάτων Δαίδαλος Οὐλπιανὸςαὐτὸς ἐγώ, φησίν, ἀποπνιγήσομαι, εἰ μὴ εἴπῃς ὅπου καὶ σὺ εὗρες τὰ τοιαῦτα κρεᾴδια. οὐ μὴ γὰρ ὀνομάσω πρὶν μαθεῖν.' δὲΣτράττις εἶπεν, ἔφη, ἐν Μακεδόσιν Παυσανίᾳ I 719 K':' ‘πνικτόν τι τοίνυν ἔστω σοι συχνὸν τοιοῦτον᾽. καὶ Εὔβουλος Κατακολλωμένῳ II 180 K':'

καὶ πνικτὰ Σικελὰ πατανίων σωρεύματα.
Ἀριστοφάνης τ᾽ εἴρηκεν ἐν Σφηξίν v. 511':' ‘ἐν λοπάδι πεπνιγμένον.' Κρατῖνος δ᾽ ἐν Δηλιάσι I 21 K':'
τῷ δ᾽ ὑποτρίψας τι μέρος πνῖξον καθαρύλλως.
Ἀντιφάνης δ᾽ ἐν Ἀγροίκῳ II 12 K':'
καὶ πρῶτα μὲν
αἴρω ποθεινὴν μᾶζαν, ἣν φερέσβιος
Δηὼ βροτοῖσι χάρμα δωρεῖται φίλον:
ἔπειτα πνικτὰ τακερὰ μηκάδων μέλη,
χλόην καταμπέχοντα σάρκα νεογενῆ.
Β. τί λέγεις; Α. τραγῳδίαν περαίνω Σοφοκλέους.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: