previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπὶ τοῦ σκεύους οὖν εἴρηκεν, φιλότης Μυρτίλε, ῾προήρπασα γάρ σου τὸν λόγον̓ Ἀντιφάνης Βοιωτίῳ II 36 K':'
καλέσας τε παρατίθησιν ἐν παροψίδι.
καὶ Ἄλεξις ἐν Ἡσιόνῃ II 324 K':'
ὡς εἶδε τὴν τράπεζαν ἀνθρώπους δύο
φέροντας εἴσω ποικίλων παροψίδων
κόσμου βρύουσαν, οὐκ ἔτ᾽ εἰς ἔμ᾽ ἔβλεπεν.
καὶ τὰ εἰς Μάγνητα ἀναφερόμενα ποιήσας ἐν Διονύσῳ πρώτῳ I 7 K':'
καὶ ταῦτα μέν μοι τῶν κακῶν παροψίδες.
Ἀχαιὸς δ᾽ ἐν Αἴθωνι σατυρικῷ fr. 7 N':'
κεκερματίσθω δ᾽ ἄλλα μοι παροψίδων
κάθεφθα καὶ κνισηρὰ παραφλογίσματα.
Σωτάδης δ᾽ κωμικὸς Παραλυτρουμένῳ II 449 K':'
παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ:
τοῦτον μασᾶται, παρακατεσθίει δ᾽ ἐμέ.
ἀμφιβόλως δ᾽ εἴρηται τὸ παρὰ τῷ Ξενοφῶντι ἐν πρώτῳ Παιδείας c. 3, 4'.' φησὶ γὰρ φιλόσοφος: ‘προσῆγεν αὐτῷ παροψίδας καὶ παντοδαπὰ ἐμβάμματα καὶ βρώματα.' καὶ παρὰ τῷ τὸν Χείρωνα δὲ πεποιηκότι τὸν εἰς Φερεκράτην ἀναφερόμενον I 191 K' 'ἐπὶ ἡδύσματος παροψὶς κεῖται καὶ οὐχ, ὡς Δίδυμος ἐν τῷ περὶ παρεφθορυίας λέξεως p. 19 Sch',' ἐπὶ τοῦ ἀγγείου. φησὶ γάρ:
νὴ τὸν Δί᾽ ... ὥσπερ αἱ παροψίδες
τὴν αἰτίαν ἔχουσ᾽ ἀπὸ τῶν ἡδυσμάτων,
οὓς καλετας ἀξιοῖ τοῦ μηθενός.
Νικοφῶν Σειρῆσιν I 777 K':'
ἀλλᾶς μαχέσθω περὶ ἕδρας παροψίδι.
Ἀριστοφάνης Δαιδάλῳ I 436 K':'
πάσαις γυναιξὶν ἐξ ἑνός γέ του <τρόπου>
ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.
Πλάτων Ἑορταῖς I 609 K':'
ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.
περὶ βολβῶν δ᾽ ἀρτύσεως καὶ σκευασίας τὸν λόγον ποιεῖται. οἱ δ᾽ Ἀττικοί, Συραττικὲ Οὐλπιανέ, καὶ ἔμβαμμα λέγουσιν, ὡς Θεόπομπος ἐν Εἰρήνῃ I 735 K':'
μὲν ἄρτος ἡδύ, τὸ δὲ φενακίζειν προσὸν
ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίνεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: