previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ παρὰ τῷ Ἀλέξιδι δὲ ἐν Μιλησίοις μάγειρος οὐ μακρὰν τούτου ἐστὶ λέγων τοιάδε II 351 K':'
οὐκ ἴστε ταῖς πλείσταισι τῶν τεχνῶν ὅτι
οὐχ ἁρχιτέκτων κύριος τῆς ἡδονῆς
μόνος καθέστηκ᾽, ἀλλὰ καὶ τῶν χρωμένων
συμβάλλεταί τις, ἂν καλῶς χρῶνται, μερίς.
Β. ποῖόν τι; δεῖ γὰρ κἀμὲ τὸν ξένον μαθεῖν.
Α. τὸν ὀψοποιὸν σκευάσαι χρηστῶς μόνον
δεῖ τοὔψον, ἄλλο δ᾽ οὐδέν. ἂν μὲν οὖν τύχῃ
ταῦτα μέλλων ἐσθίειν τε καὶ κρινεῖν
εἰς καιρὸν ἐλθών, ὠφέλησε τὴν τέχνην:
ἂν δ᾽ ὑστερίζῃ τῆς τεταγμένης ἀκμῆς,
ὥστ᾽ προοπτήσαντα χλιαίνειν πάλιν,
μὴ προοπτήσαντα συντελεῖν ταχύ,
ἀπεστέρησε τῆς τέχνης τὴν ἡδονήν.
Β. εἰς τοὺς σοφιστὰς τὸν μάγειρον ἐγγράφω.
Α. ἑστήκαθ᾽ ὑμεῖς: κάεται δ᾽ ἐμοὶ τὸ πῦρ:
ἤδη πυκνοὶ δ᾽ ᾁττουσιν Ἡφαίστου κύνες
κούφως πρὸς αἴθραν, οἷς τὸ γίνεσθαί θ᾽ ἅμα
καὶ τὴν τελευτὴν τοῦ βίου συνῆψέ τις
μόνοις ἀνάγκης θεσμὸς οὐχ ὁρώμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: