previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ δὲ ὑῶν ὅτι ἱερόν ἐστι τὸ ζῷον παρὰ Κρησὶν Ἀγαθοκλῆς Βαβυλώνιος ἐν πρώτῳ περὶ Κυζίκου φησὶν οὕτως FHG IV 289':' ‘μυθεύουσιν ἐν Κρήτῃ γενέσθαι τὴν Διὸς τέκνωσιν ἐπὶ τῆς Δίκτης, ἐν καὶ ἀπόρρητος γίνεται θυσία. λέγεται γὰρ ὡς ἄρα Διὶ θηλὴν ὑπέσχεν ὗς καὶ τῷ σφετέρῳ γρυσμῷ περιοιχνεῦσα τὸν κνυζηθμὸν τοῦ βρέφεος ἀνεπάιστον τοῖς παριοῦσιν ἐτίθει. διὸ πάντες τὸ ζῷον τοῦτο περίσεπτον ἡγοῦνται καὶ οὐκ ἄν, φησί, τῶν κρεῶν δαίσαιντο. Πραίσιοι δὲ καὶ ἱερὰ ῥέζουσιν ὑί, καὶ αὕτη προτελὴς αὐτοῖς θυσία νενόμισται.' τὰ παραπλήσια ἱστορεῖ καὶ Νεάνθης Κυζικηνὸς ἐν δευτέρῳ περὶ τελετῆς FHG III 8'.' πεταλίδων συῶν μνημονεύει Ἀχαιὸς Ἐρετριεὺς ἐν Αἴθωνι σατυρικῷ λέγων οὕτως fr. 8 N' '‘πεταλίδων δέ τοι συῶν ... μορφαῖς ταῖσδε πόλλ᾽ ἐπάιον᾽. πεταλίδας δ᾽ αὐτὰς εἴρηκε μεταφέρων ἀπὸ τῶν μόσχων: οὗτοι γὰρ πέτηλοι λέγονται ἀπὸ τῶν κεράτων, ὅταν αὐτὰ ἐκπέταλα ἔχωσι. παραπλησίως δὲ τῷ Ἀχαιῷ καὶ Ἐρατοσθένης ἐν Ἀντερινύι fr. 25 Hi' 'τοὺς σύας λαρινοὺς προσηγόρευσε μεταγαγὼν καὶ αὐτὸς ἀπὸ τῶν λαρινῶν βοῶν: οἳ οὕτως ἐκλήθησαν ἤτοι ἀπὸ τοῦ λαρινεύεσθαι ῾ὅπερ ἐστὶ σιτίζεσθαι. Σώφρων fr. 106 Bo':' ‘βόες δὲ λαρινεύονται ἀπό τινος κώμης Ἠπειρωτικῆς Λαρίνης ἀπὸ τοῦ βουκολοῦντος αὐτάς: Λαρῖνος δ᾽ οὗτος ἐκαλεῖτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: