previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸν δ᾽ ἀλεκτρυόνα ἐκ τῶν ἐναντίων οἱ ἀρχαῖοι καὶ θηλυκῶς εἰρήκασι. Κρατῖνος Νεμέσει I 48 K':'
Λήδα, σὸν ἔργον: δεῖ σ᾽ ὅπως εὐσχήμονος
ἀλεκτρυόνος μηδὲν διοίσει τοὺς τρόπους,
ἐπὶ τῷδ᾽ ἐπῴζουσ᾽, ὡς ἂν ἐκλέψῃς καλὸν
ἡμῖν τι καὶ θαυμαστὸν ἐκ τοῦδ᾽ ὄρνεον.
Στράττις Ψυχασταῖς I 728 K':'
αἱ δ᾽ ἀλεκτρυόνες ἅπασαι
καὶ τὰ χοιρίδια τέθνηκε
καὶ τὰ μίκρ᾽ ὀρνίθια.
Ἀναξανδρίδης Τηρεῖ II 156 K':'
ὀχευομένους δὲ τοὺς κάπρους
καὶ τὰς ἀλεκτρυόνας θεωροῦσ᾽ ἄσμενοι.
ἐπεὶ δὲ τοῦ κωμικοῦ τούτου ἐμνήσθην καὶ οἶδα τὸ δρᾶμα τὸν Τηρέα αὐτοῦ μὴ κεκριμένον ἐν τοῖς πρώτοις, ἐκθήσομαι ὑμῖν, ἄνδρες φίλοι, εἰς κρίσιν εἴρηκε περὶ αὐτοῦ Χαμαιλέων Ἡρακλεώτης ἐν ἕκτῳ περὶ κωμῳδίας fr. 17 Koepke' 'γράφων ὧδε: ‘Ἀναξανδρίδης διδάσκων ποτὲ διθύραμβον Ἀθήνησιν εἰσῆλθεν ἐφ᾽ ἵππου καὶ ἀπήγγειλέν τι τῶν ἐκ τοῦ ᾁσματος. ἦν δὲ τὴν ὄψιν καλὸς καὶ μέγας καὶ κόμην ἔτρεφε καὶ ἐφόρει ἁλουργίδα καὶ κράσπεδα χρυσᾶ. πικρὸς δ᾽ ὢν τὸ ἦθος ἐποίει τι τοιοῦτο περὶ τὰς κωμῳδίας: ὅτε γὰρ μὴ νικῴη, λαμβάνων ἔδωκεν εἰς τὸν λιβανωτὸν κατατεμεῖν καὶ οὐ μετεσκεύαζεν ὥσπερ οἱ πολλοί. καὶ πολλὰ ἔχοντα κομψῶς τῶν δραμάτων ἠφάνιζε, δυσκολαίνων τοῖς θεαταῖς διὰ τὸ γῆρας.' λέγεται δ᾽ εἶναι τὸ γένος Ῥόδιος ἐκ Καμίρου. θαυμάζω οὖν πῶς καὶ Τηρεὺς περιεσώθη μὴ τυχὼν νίκης καὶ ἄλλα δράματα τῶν ὁμοίων τοῦ αὐτοῦ. καὶ Θεόπομπος δὲ ἐν Εἰρήνῃ ἐπὶ τῆς θηλείας ἔταξε τὸν ἀλεκτρυόνα λέγων οὕτως I 735 K':'
ἄχθομαι δ᾽ ἀπολωλεκὼς
ἀλεκτρυόνα τίκτουσαν ᾠὰ πάγκαλα.
καὶ Ἀριστοφάνης Δαιδάλῳ I 435 K':'
ᾠὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών.
καὶ πάλιν:
πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ
ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις.
ἐν δὲ Νεφέλαις διδάσκων τὸν πρεσβύτην περὶ ὀνόματος διαφορᾶς φησι 665':'
νῦν δὲ πῶς με χρὴ καλεῖν;
Β. ἀλεκτρύαιναν, τὸν δ᾽ ἕτερον ἀλέκτορα.
λέγεται δὲ καὶ ἀλεκτορὶς καὶ ἀλέκτωρ. Σιμωνίδηςἱμερόφων᾽ ἀλέκτωρ᾽ ἔφη fr. 80 B'.' Κρατῖνος Ὥραις I 91 K':'
ὥσπερ Περσικὸς ὥραν πᾶσαν καναχῶν ὁλόφωνος
ἀλέκτωρ.
εἴρηται δ᾽ οὕτως ἐπειδὴ καὶ ἐκ τοῦ λέκτρου ἡμᾶς διεγείρει. οἱ δὲ Δωριεῖς λέγοντες ὄρνιξ τὴν γενικὴν διὰ τοῦχλέγουσιν ὄρνιχος. Ἀλκμὰν δὲ διὰ τοῦς1〉 τὴν εὐθεῖαν ἐκφέρει fr. 26, 4 B4':' ‘ἁλιπόρφυρος εἴαρος ὄρνις.' καὶ τὴν γενικήν fr. 67':' ‘οἶδα δ᾽ ὀρνίχων νόμως πάντων.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: