previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα καὶ παρ᾽ ἡμῶν ἔχετε, ἄνδρες φίλοι, ὀψωνησάντων κατὰ δύναμιν τὴν ἑαυτῶν ὑγιεινῶς. κατὰ γὰρ τὸν Ἀντιφάνους Παράσιτον II 87 K' '
ἐγὼ περὶ τὴν ὀψωνίαν μὲν οὐ πάνυ
ἐσπούδακ᾽ οὐδ᾽ αὖ συνέτεμον λίαν πάνυ,
ὡς ἄν τις ἄλλως ἐξενεχθεῖσιν ὅπου
τοῦ διαλάβοι κραιπάλην Ἑλληνικῶς,
ἀλλὰ μὴν οὐδὲ οὕτως εἰμὶ φίλιχθυς ὡς παρὰ τῷ αὐτῷ ποιητῇ ἐν Βουταλίωνι, ὅπερ δρᾶμα τῶν Ἀγροίκων ἐστὶν [ἑνὸς] διασκευή. φησὶ γάρ II 38 K':'
Α. καὶ μὴν ἑστιάσω τήμερον
ὑμᾶς ἐγώ: σὺ δ᾽ ἀγοράσεις ἡμῖν λαβών,
Πίστ᾽, ἀργύριον. Π. ἄλλως γὰρ οὐκ ἐπίσταμαι
χρηστῶς ἀγοράζειν. Α. φράζε δή, Φιλούμενε,
ὄψῳ τίνι χαίρεις; Φ. πᾶσι. Α. καθ᾽ ἕκαστον λέγε,
ἰχθὺν τίν᾽ ἡδέως φάγοις ἄν; Φ. εἰς ἀγρὸν
ἦλθεν φέρων ποτ᾽ ἰχθυοπώλης μαινίδας
καὶ τριγλίδας, καὶ νὴ Δί᾽ ἤρεσεν σφόδρα
ἡμῖν ἅπασιν. Α. εἶτα καὶ νῦν, εἰπέ μοι,
τούτων φάγοις ἄν; Φ. κἄν τις ἄλλος μικρὸς :
τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα
ἀνθρωποφάγους ἰχθῦς. Α. τί φής, φίλτατε;
ἀνθρωποφάγους, πῶς; Π. οὓς <ἂν> ἄνθρωπος φάγοι
δῆλον ὅτι: ταῦτα δ᾽ ἐστὶν Ἑλένης βρώματα,
φησιν οὗτος, μαινίδας καὶ τριγλίδας. ἐν δὲ τῷ Ἀγροίκῳ Ἑκάτης βρώματα ἔφη τὰς μαινίδας εἶναι καὶ τὰς τριγλίδας. ἐκφαυλίζων δὲ καὶ Ἔφιππος τοὺς μικροὺς τῶν ἰχθύων ἐν Φιλύρᾳ φησί II 262 K':'
παππία, βούλει δραμὼν
εἰς τὴν ἀγορὰν κἆτ᾽ ἀγοράσαι μοι; Β. φράζε τί.
Α. ἰχθῦς φρονοῦντας, πάτερ: μή μοι βρέφη.
Β. οὐκ οἶσθ᾽ ὁτιὴ τἀργύριόν ἐστ᾽ ἰσάργυρον;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: