Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐκ
ἔλαθεν δέ με οὐδὲ Κλέαρχος ὁ ἀπὸ τοῦ περιπάτου
ὅσ᾽ εἴρηκε καὶ περὶ τοῦ ἐξωκοίτου καλουμένου ἰχθύος
ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐνύδρων ῾FHG II 325'.'
εἴρηκε γὰρ—κρατεῖν δ᾽ οἶμαι καὶ τῆς λέξεως οὕτως
ἐχούσης: ‘ὁ ἐξώκοιτος ἰχθύς, ὃν ἔνιοι καλοῦσιν ἅδωνιν,
τοὔνομα μὲν εἴληφε διὰ τὸ πολλάκις τὰς ἀναπαύσεις
ἔξω τοῦ ὑγροῦ ποιεῖσθαι: ἐστὶ δὲ ὑπόπυρρος καὶ ἀπὸ
τῶν βραγχίων ἑκατέρωθεν τοῦ σώματος μέχρι τῆς
κέρκου μίαν ἔχει διηνεκῆ λευκὴν ῥάβδον. ἐστὶ δὲ
στρογγύλος, ἀλλ᾽ οὐ πλατὺς ὢν κατὰ τὸ μέγεθος ἴσος
ἐστὶ τοῖς παραιγιαλίταις κεστρινίσκοις: οὗτοι δ᾽ εἰσὶν
ὀκταδάκτυλοι μάλιστα τὸ μῆκος. τὸ δὲ σύνολον ὁμοιότατός ἐστι τῷ καλουμένῳ τράγῳ ἰχθυδίῳ πλὴν τοῦ
ὑπὸ τὸν στόμαχον μέλανος, ὃ καλοῦσι τοῦ τράγου
πώγωνα. ἐστὶ δ᾽ ὁ ἐξώκοιτος τῶν πετραίων καὶ βιοτεύει περὶ τοὺς πετρώδεις τόπους: καὶ ὅταν ᾖ γαλήνη,
συνεξορούσας τῷ κύματι κεῖται ἐπὶ τῶν πετριδίων
πολὺν χρόνον ἀναπαυόμενος ἐν τῷ ξηρῷ καὶ μεταστρέφει μὲν ἑαυτὸν πρὸς τὸν ἥλιον: ὅταν δ᾽ ἱκανῶς
αὐτῷ τὰ πρὸς τὴν ἀνάπαυσιν ἔχῃ, προσκυλινδεῖται
τῷ ὑγρῷ, μέχρι οὗ ἂν πάλιν ὑπολαβὸν αὐτὸν τὸ κῦμα
κατενέγκῃ μετὰ τῆς ἀναρροίας εἰς τὴν θάλασσαν.
ὅταν δ᾽ ἐγρηγορὼς ἐν τῷ ξηρῷ τύχῃ, φυλάττεται τῶν
ὀρνίθων τοὺς παρευδιαστὰς καλουμένους, ὧν ἐστι
κηρύλος, τροχίλος καὶ ὁ τῇ κρεκὶ προσεμφερὴς ἐρῳδιός:
οὗτοι γὰρ ἐν ταῖς εὐδίαις παρὰ τὸ ξηρὸν νεμόμενοι
πολλάκις αὐτῷ περιπίπτουσιν, οὓς ὅταν προΐδηται
φεύγει πηδῶν καὶ ἀσπαίρων, ἕως ἂν εἰς τὸ ὕδωρ
ἀποκυμβήσῃ.'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.