previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀναγράφει δὲ καὶ τάδε μετὰ τὰ προειρημένα τοῦ Στρατονίκου ἀπομνημονευμάτων οὕτως. Στρατόνικος πρὸς τὸν Χρυσογόνου πατέρα λέγοντα ὅτι πάντα αὐτῷ ὑπάρχει οἰκεῖα: αὐτὸς μὲν γὰρ ἐργολάβος εἶναι, τῶν δὲ υἱῶν μὲν διδάξει, δὲ αὐλήσει, ‘προσδεῖ γ᾽, ἔφη Στρατόνικος, ἔτι ἑνός.' εἰπόντος δὲτίνος;θεάτρου, ἔφη, οἰκείου.' ἐρομένου δέ τινος τι τὴν Ἑλλάδα πᾶσαν περινοστεῖ, ἀλλ᾽ οὐκ ἐν μιᾷ πόλει διαμένει, παρὰ τῶν Μουσῶν ἔφη εἰληφέναι τέλος τοὺς Ἕλληνας ἅπαντας, παρ᾽ ὧν πράττεσθαι μισθὸν ἀμουσίας. τὸν Φάωνα δὲ ἔφη αὐλεῖν οὐχ ἁρμονίαν, ἀλλὰ τὸν Κάδμον. προσποιουμένου δὲ εἶναι Φάωνος αὐλητικοῦ καὶ ἔχειν φάσκοντος Μεγαροῖ χορόν, ‘ληρεῖς, ἔφη: ἐκεῖ μὲν γὰρ οὐκ ἔχεις, ἀλλ᾽ ἔχει.' μάλιστα δὲ θαυμάζειν ἔφη τὴν τοῦ σοφιστοῦ Σατύρου μητέρα, ὅτι ὃν οὐδεμία πόλις ἐνεγκεῖν οἵα τε δέκα ἡμέρας, ἐκείνη δέκα μῆνας ἤνεγκε. πυνθανόμενος δὲ ἐν Ἰλίῳ ἐπιδημεῖν αὐτὸν [ἐν] τοῖς Ἰλιείοιςαἰεί, ἔφησεν, Ἰλίῳ κακά.' Μυννάκου δ᾽ αὐτῷ περὶ μουσικῆς διαμφισβητοῦντος οὐ προσέχειν αὐτῷ ἔφη, ὅτι ἀνώτερον τοῦ σφυροῦ λέγει. τὸν δὲ φαῦλον ἰατρὸν ἀπαυθημερίζειν ἔφη ποιεῖν εἰς Ἅιδου τοὺς θεραπευομένους. ἀπαντήσας δέ τινι τῶν γνωρίμων ὡς εἶδεν ἐσπογγισμένα τὰ ὑποδήματα καλῶς συνηχθέσθη ὡς πράττοντι κακῶς, νομίζων οὐκ ἂν οὕτως ἐσπογγίσθαι καλῶς, εἰ μὴ αὐτὸς ἐσπόγγισεν. ἐν Τειχιοῦντι δὲ τῆς Μιλήτου μιγάδων οἰκούντων ὡς ἑώρα πάντας τοὺς τάφους ξενικοὺς ὄνταςἀπίωμεν, ἔφη, παῖ: ἐνταῦθα γὰρ οἱ ξένοι ἐοίκασιν ἀποθνῄσκειν, τῶν δ᾽ ἀστῶν οὐδείς.' Ζήθου δὲ τοῦ κιθαριστοῦ διεξιόντος περὶ μουσικῆς, μόνῳ δὲ οὐκ ἔφη προσήκειν περὶ μουσικῆς λαλεῖν, ‘ὅς γε, ἔφη, τὸ ἀμουσότατον τῶν ὀνομάτων εἵλου, εἰ σεαυτὸν ἀντ᾽ Ἀμφίονος Ζῆθον καλεῖς.' Μακεδόνα δέ τινα κιθαρίζειν διδάσκων ἐκπικρανθεὶς ἐπὶ τῷ μηδὲν αὐτὸν ποιεῖν τῶν δεόντωνεἰς Μακεδονίαν᾽ ἔφη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: