previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ Κύνουλκος ἀνεβόησε: ‘καὶ τίν᾽ ἂν τῶν μεγάλων οὗτος οὐκ ἰχθύων, ἀλλὰ ζητήσεων ἐπὶ νοῦν λάβοι; ὃς τὰς ἀκάνθας ἀεὶ ἐκλέγει ἑψητῶν τε καὶ ἀθερινῶν καὶ εἴ τι τούτων ἀτυχέστερόν ἐστιν ἰχθύδιον, τὰ μεγάλα τεμάχη παραπεμπόμενος. καθάπερ γὰρ
ἐν ταῖς γεννικαῖς εὐωχίαις,
φησὶν ἐν Ἰξίονι Εὔβουλος II 176 K','
ἀμύλων παρόντων ἐσθίουσ᾽ ἑκάστοτε
ἄνηθα καὶ σέλινα καὶ φλυαρίας
καὶ κάρδαμ᾽ ἐσκευασμένα,
οὕτω μοι δοκεῖ καὶ λεβητοχάρων᾽ Οὐλπιανός, κατὰ τὸν ἐμὸν Μεγαλοπολίτην Κερκιδᾶν II 515 B',' μηδὲν μὲν ἐσθίειν τῶν ἀνδρὶ προσηκόντων, τηρεῖν δὲ τοὺς ἐσθίοντας εἰ παρεῖδον ἄκανθαν τῶν τραγανῶν τι χονδρῶδες τῶν παρατεθέντων, οὐδ᾽ ἐπὶ νοῦν βαλλόμενος τὸ τοῦ καλοῦ καὶ λαμπροῦ Αἰσχύλου, ὃς τὰς αὑτοῦ τραγῳδίας τεμάχη εἶναι ἔλεγεν τῶν Ὁμήρου μεγάλων δείπνων. φιλόσοφος δὲ ἦν τῶν πάνυ Αἰσχύλος, ὃς καὶ ἡττηθεὶς ἀδίκως ποτέ, ὡς Θεόφραστος Χαμαιλέων fr. 35 Köpke' 'ἐν τῷ περὶ ἡδονῆς εἴρηκεν, ἔφη χρόνῳ τὰς τραγῳδίας ἀνατιθέναι, εἰδὼς ὅτι κομιεῖται τὴν προσήκουσαν τιμήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: