previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τάχα δὲ καὶ ὑμεῖς, ἄνδρες φίλοι, ἑκόντες παρελίπετε ὡς ἱερόν τινα ἰχθὺν τὸν παρ᾽ Ἐφίππῳ τῷ κωμῳδιοποιῷ, ὅν φησι τῷ Γηρυόνῃ σκευάζεσθαι ἐν τῷ ὁμωνύμῳ δράματι διὰ τούτων λέγων II 252 K':'
τούτῳ δ᾽ ὁπόταν ναέται χώρας
ἰχθύν τιν᾽ ἕλωσ᾽ οὐχ ἡμέριον,
τῆς περικλύστου δ᾽ ἁλίας Κρήτης
μείζω μεγέθει, λοπάς ἐστ᾽ αὐτῷ
δυνατὴ τούτους χωρεῖν ἑκατόν.
καὶ περιοίκους εἶναι ταύτῃ
Σινδούς, Λυκίους, Μυγδονιώτας,
Κραναούς, Παφίους. τούτους δ᾽ ὕλην
κόπτειν, ὁπόταν βασιλεὺς ἕψῃ
τὸν μέγαν ἰχθύν: καὶ προσάγοντας,
καθ᾽ ὅσον πόλεως ἕστηκεν ὅρος,
τοὺς δ᾽ ὑποκαίειν. λίμνην δ᾽ ἐπάγειν
ὕδατος μεστὴν εἰς τὴν ἅλμην,
τοὺς δ᾽ ἅλας αὐτῷ ζεύγη προσάγειν
μηνῶν ὀκτὼ συνεχῶς ἑκατόν.
περιπλεῖν δ᾽ ἐπὶ τοῖς ἄμβωσιν ἄνω
πέντε κέλητας πεντασκάλμους,
περιαγγέλλειν τ᾽: ‘οὐχ ὑποκαίεις,
Λυκίων πρύτανι; ψυχρὸν τουτί:
παύου φυσῶν, Μακεδὼν ἄρχων:
σβέννυ, Κέλθ᾽, ὡς μὴ προσκαύσῃς.'
οὐκ ἀγνοῶ δ᾽ ὅτι τὰ αὐτὰ ταῦτα εἴρηκεν Ἔφιππος κἀν Πελταστῇ τῷ δράματι II 261 K',' ἐν καὶ ταῦτα ἐκείνοις ὑποτέτακται:
τοιαῦθ᾽ ὑθλῶν δειπνεῖ καὶ ζῇ
θαυμαζόμενος μετὰ μειρακίων,
οὐ γινώσκων ψήφων ἀριθμούς,
σεμνὸς σεμνῶς χλανίδ᾽ ἕλκων.
εἰς τίνα δὲ ταῦτ᾽ ἀποτεινόμενος Ἔφιππος εἴρηκεν ὥρα σοι ζητεῖν, καλὲ Οὐλπιανέ, καὶ διδάσκειν ἡμᾶς, καὶ τῶν εἰρημένων τούτων
εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,
ἐπαναδίπλαζε καὶ σαφῶς ἐκμάνθανε:
σχολὴ δὲ πλείων θέλω πάρεστί μοι,
κατὰ τὸν Αἰσχύλου Προμηθέα 814'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: